Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.253 Joseph. AJ 2.257 (English) >>Joseph. AJ 2.262

2.255 δὲ καὶ καθʼ αὑτὸν μὲν εἶχε τὴν τοῦ πράγματος ἐπίνοιαν ὑπό τε φθόνου τῆς Μωυσέος στρατηγίας καὶ ὑπὸ δέους ταπεινώσεως, ἐπειχθεὶς δʼ ὑπὸ τῶν ἱερογραμματέων οἷός τε ἦν ἐγχειρεῖν τῇ Μωυσέος ἀναιρέσει. 2.256φθάσας δὲ τὴν ἐπιβουλὴν καταμαθεῖν λαθὼν ὑπέξεισι· καὶ τῶν ὁδῶν φυλαττομένων ποιεῖται διὰ τῆς ἐρήμου τὸν δρασμὸν καὶ ὅθεν ἦν ὑπόνοια μὴ λαβεῖν τοὺς ἐχθρούς, ἄπορός τε ὢν τροφῆς ἀπηλλάττετο τῇ καρτερίᾳ καταφρονῶν, 2.257εἴς τε πόλιν Μαδιανὴν ἀφικόμενος πρὸς μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ κειμένην ἐπώνυμον δʼ ἑνὸς τῶν Ἁβράμῳ γενομένων ἐκ Κατούρας υἱῶν, καθεσθεὶς ἐπί τινος φρέατος ἐκ τοῦ κόπου καὶ τῆς ταλαιπωρίας ἠρέμει μεσημβρίας οὔσης οὐ πόρρω τῆς πόλεως. ἐνταῦθʼ αὐτῷ συνέβη καὶ πρᾶξις ἐκ διαίτης τῶν αὐτόθι συστήσασα τὴν ἀρετὴν αὐτοῦ καὶ πρὸς τὸ κρεῖττον ἀφορμὴν παρασχοῦσα. 2.258

Τῶν γὰρ χωρίων δυσύδρων ὄντων προκατελάμβανον οἱ ποιμένες τὰ φρέατα, ὅπως μὴ προεξαναλωμένου τοῦ ὕδατος ὑπὸ τῶν ἄλλων σπανίζοι ποτοῦ τὰ θρέμματα. παραγίνονται οὖν ἐπὶ τὸ φρέαρ ἑπτὰ παρθένοι ἀδελφαὶ Ῥαγουήλου θυγατέρες ἱερέως καὶ πολλῆς ἠξιωμένου τιμῆς παρὰ τοῖς ἐπιχωρίοις, 2.259αἳ τῶν τοῦ πατρὸς ποιμνίων ἐπιμελούμεναι διὰ τὸ ταύτην ὑπουργίαν εἶναι καὶ γυναιξὶν ἐπιχώριον παρὰ τοῖς Τρωγλοδύταις φθάσασαι τὸ αὔταρκες ἐκ τοῦ φρέατος ἀνέσπασαν ὕδωρ τοῖς ποιμνίοις εἰς δεξαμενάς, αἳ πρὸς ἐκδοχὴν τοῦ ὕδατος ἐγεγόνεισαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.253 Joseph. AJ 2.257 (English) >>Joseph. AJ 2.262

Powered by PhiloLogic